Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.264 Joseph. AJ 6.270 (English) >>Joseph. AJ 6.274

6.268τοῦτο Σαοῦλος ἡμῖν Κείσου παῖς, πρῶτος μετὰ τὴν ἀριστοκρατίαν καὶ τὴν ἐπὶ τοῖς κριταῖς πολιτείαν Ἑβραίων βασιλεύσας, φανερὸν πεποίηκε τριακοσίους ἀποκτείνας ἱερέας καὶ προφήτας ἐκ τῆς πρὸς Ἀβιμέλεχον ὑποψίας, ἐπικαταβαλὼν δὲ αὐτοῖς καὶ τὴν πόλιν καὶ τὸν ἐν τρόπῳ τινὶ ναὸν σπουδάσας ἱερέων καὶ προφητῶν ἔρημον καταστῆσαι τοσούτους μὲν ἀνελών, μεῖναι δʼ ἐάσας οὐδὲ τὴν πατρίδα αὐτῶν πρὸς τὸ καὶ μετʼ ἐκείνους ἄλλους γενέσθαι. 6.269

δʼ Ἀβιάθαρος τοῦ Ἀβιμελέχου παῖς μόνος δυνηθεὶς ἐκ τοῦ γένους τῶν ὑπὸ τοῦ Σαούλου φονευθέντων ἱερέων φυγὼν πρὸς Δαυίδην τὴν τῶν οἰκείων αὐτοῦ συμφορὰν ἐδήλωσε καὶ τὴν τοῦ πατρὸς ἀναίρεσιν. 6.270 δʼ οὐκ ἀγνοεῖν ἔφη ταῦτα περὶ αὐτοὺς ἐσόμενα ἰδὼν τὸν Δώηγον· ὑπονοῆσαι γὰρ διαβληθήσεσθαι πρὸς αὐτοῦ τὸν ἀρχιερέα τῷ βασιλεῖ, καὶ τῆς ἀτυχίας ταύτης αὐτοῖς αὑτὸν ᾐτιᾶτο. μένειν δʼ αὐτόθι καὶ σὺν αὐτῷ διατρίβειν ὡς οὐκ ἐν ἄλλῳ τόπῳ λησόμενον οὕτως ἠξίου. 6.271

Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀκούσας Δαυίδης τοὺς Παλαιστίνους ἐμβεβληκότας εἰς τὴν Κιλλανῶν χώραν καὶ ταύτην διαρπάζοντας δίδωσιν ἑαυτὸν στρατεύειν ἐπʼ αὐτοὺς τοῦ θεοῦ διὰ τοῦ προφήτου πυθόμενος εἰ ἐπιτρέπει νίκην. τοῦ δὲ σημαίνειν φήσαντος ἐξώρμησεν ἐπὶ τοὺς Παλαιστίνους μετὰ τῶν ἑταίρων καὶ φόνον τε αὐτῶν πολὺν ἐξέχεε καὶ λείαν ἤλασεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.264 Joseph. AJ 6.270 (English) >>Joseph. AJ 6.274

Powered by PhiloLogic